Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.204 Joseph. AJ 11.209 (English) >>Joseph. AJ 11.214

11.207

Χρόνῳ δʼ ὕστερον ἐπιβουλευσάντων τῷ βασιλεῖ Βαγαθώου καὶ Θεοδοσίτου Βαρνάβαζος τῶν εὐνούχων οἰκέτης τοῦ ἑτέρου τὸ γένος ὢν Ἰουδαῖος συνεὶς τὴν ἐπιβουλὴν τῷ θείῳ κατεμήνυσε τῆς γυναικὸς τοῦ βασιλέως, Μαρδοχαῖος δὲ διὰ τῆς Ἐσθήρας φανεροὺς ἐποίησε τῷ βασιλεῖ τοὺς ἐπιβουλεύοντας. 11.208ταραχθεὶς δὲ βασιλεὺς τἀληθὲς ἐξεῦρεν καὶ τοὺς μὲν εὐνούχους ἀνεσταύρωσεν, τῷ δὲ Μαρδοχαίῳ τότε μὲν οὐδὲν παρέσχεν ὡς αἰτίῳ τῆς σωτηρίας γεγονότι, μόνον δὲ αὐτοῦ τὸ ὄνομα τοῖς τὰ ὑπομνήματα συγγραφομένοις ἐκέλευσε σημειώσασθαι καὶ προσμένειν αὐτὸν τοῖς βασιλείοις ὄντα φίλον ἀναγκαιότατον τῷ βασιλεῖ. 11.209

Ἀμάνην δὲ Ἀμαδάθου μὲν υἱὸν τὸ γένος δὲ Ἀμαληκίτην εἰσιόντα πρὸς τὸν βασιλέα προσεκύνουν οἵ τε ξένοι καὶ Πέρσαι ταύτην αὐτῷ τὴν τιμὴν παρʼ αὐτῶν Ἀρταξέρξου κελεύοντος γενέσθαι. 11.210Μαρδοχαίου δὲ διὰ σοφίαν καὶ τὸν οἴκοθεν αὐτοῦ νόμον οὐ προσκυνοῦντος ἄνθρωπον, παραφυλάξας Ἀμάνης ἐπυνθάνετο, πόθεν εἴη. μαθὼν δʼ αὐτὸν ὄντα Ἰουδαῖον ἠγανάκτησεν καὶ πρὸς ἑαυτὸν εἶπεν, ὡς οἱ μὲν ἐλεύθεροι Πέρσαι προσκυνοῦσιν αὐτόν, οὗτος δὲ δοῦλος ὢν οὐκ ἀξιοῖ τοῦτο ποιεῖν. 11.211καὶ τιμωρήσασθαι θελήσας τὸν Μαρδοχαῖον αὐτὸν μὲν αἰτήσασθαι πρὸς κόλασιν παρὰ τοῦ βασιλέως μικρὸν ἡγήσατο, τὸ ἔθνος δὲ αὐτοῦ διέγνω πᾶν ἀφανίσαι· καὶ γὰρ φύσει τοῖς Ἰουδαίοις ἀπηχθάνετο, ὅτι καὶ τὸ γένος τῶν Ἀμαληκιτῶν, ἐξ ὧν ἦν αὐτός, ὑπʼ αὐτῶν διέφθαρτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.204 Joseph. AJ 11.209 (English) >>Joseph. AJ 11.214

Powered by PhiloLogic